: Ἄκρον λάβε καὶ μέσον ἕξεις. Ἀπελλαῖοι _Πελληναῖο περισωθέντες ἀπὸ τοῦ περὶ Κλεισθένην πολέμου ἐπυνθάνοντο τοῦ θεοῦ πότερον τὴν προτέραν αὐτῶν ἀνοικήσειαν πόλιν ἢ ἑτέραν ποιήσουσιν. Ἀπεκρίνατο δὲ ἡ Πυθία· Πείθου ἐμοῖσι λόγοισιν· ἄκρον λάβε καὶ μέσον ἕξεις. Καὶ ἄκραν ἔχουσαν τὴν πόλιν ᾤκησαν καταλαβόμενοι. Ἡ ἱστορία παρὰ Ἀλεξάνδρῳ ἐν πρώτῃ Περὶ τῶν συληθέντων ἐν Δελφοῖς ἀναθημάτων.
: Ἦσαν δέ τινες οἱ τοὺς Διοσκόρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες.
: Ὁ δὲ Λύσανδρος ἔστησεν ἀπὸ τῶν λαφύρων ἐν Δελφοῖς αὑτοῦ χαλκῆν εἰκόνα καὶ τῶν ναυάρχων ἑκάστου καὶ χρυσοῦς ἀστέρας τῶν Διοσκόρων, οἳ πρὸ τῶν Λευκτρικῶν ἠφανίσθησαν. Ἐν δὲ τῷ Βρασίδου καὶ Ἀκανθίων θησαυρῷ τριήρης ἔκειτο διὰ χρυσοῦ πεποιημένη καὶ ἐλέφαντος δυεῖν πηχῶν, ἣν Κῦρος αὐτῷ νικητήριον ἔπεμψεν. Ἀλεξανδρίδης δὲ ὁ Δελφὸς ἱστορεῖ καὶ παρακαταθήκην ἐνταῦθα Λυσάνδρου κεῖσθαι τάλαντον ἀργυρίου καὶ μνᾶς πεντήκοντα δύο καὶ πρὸς τούτοις ἕνδεκα στατῆρας, οὐχ ὁμολογούμενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογουμένοις.
: Σίλφιον βοτάνη πολυτίμητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ Ἀριστοτέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην λεγομένην ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν· καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον.
Καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν ἐστιν. Καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξανδρίδης.
: Ἀλεξανδρίδης _ Ἀναξανδρίδης ὁ Δελφός φησι θητεῦσαι αὐτὸν τὸν Ἀπόλλωνα διότι τὸν Πυθοῖ δράκοντα ἀνεῖλεν.
: Τίς ὁ παρὰ Δελφοῖς Ὁσιωτὴρ καὶ διὰ τί Βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; Ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν Ὅσιος ἀποδειχθῇ. Πέντε δέ εἰσιν Ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι, καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.
Ὁ δὲ Βύσιος μὴν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει, καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει· τὸ δ᾽ ἀληθὲς οὐκ ἔχει οὕτως. Οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοὶ, καθάπερ Μακεδόνες, Βίλιππον καὶ Βαλακρὸν καὶ Βερονίκην λέγοντες· ἀλλ᾽ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν, βατεῖν, καὶ τὸ πικρὸν, βικρὸν ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν Πύσιος ὁ Βύσιος, ἐν ᾧ πυστιῶνται· καὶ πυνθάνονται τοῦ θεοῦ. Τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρησήριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν, οὐ διὰ τὸ πέττεσθαι φθόϊς, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις· πρότερον δὲ ἅπαξ ἐθεμίστευεν ή Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀλεξανδρίδης ἱστορήκασι.
http://webcache.googleusercontent.com/

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου